Grow your YouTube views, likes and subscribers for free
Get Free YouTube Subscribers, Views and Likes

Κάθε βράδυ - Η ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΜΑΣ (με κείμενο σύντομη) - Για να τους χαλάσουμε τα σχέδια...

Follow
Βίντεο Ορθοδοξίας

ΚΑΘΕ ΒΡΑΔΥ 10 ΜΕ 11 ΔΙΑΒΑΖΟΥΜΕ ΤΟΥΣ ΧΑΙΡΕΤΙΣΜΟΥΣ ΚΑΙ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΜΑΣ, ΓΙΑ ΝΑ ΤΟΥΣ ΧΑΛΑΣΟΥΜΕ ΤΑ ΣΧΕΔΙΑ...

Κατεβάστε ΔΩΡΕΑΝ σε PDF όλη την ΠΑΡΑΚΛΗΣΗ εδώ:
https://docs.google.com/uc?export=dow...'>https://docs.google.com/uc?export=dow...
Και τους ΧΑΙΡΕΤΙΣΜΟΥΣ με το ΜΙΚΡΟ ΑΠΟΔΕΙΠΝΟ:
https://docs.google.com/uc?export=dow...'>https://docs.google.com/uc?export=dow...
Μια προσφορά: "Δρόμος Ορθοδοξίας" https://dromosorthodoxias.blogspot.gr
Δείτε το βίντεο με τους ΧΑΙΡΕΤΙΣΜΟΥΣ:
   • Κάθε βράδυ  ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟ...  

ΣΥΝΤΟΜΟ ΤΜΗΜΑ ΑΠΟ ΤΗΝ ΜΙΚΡΗ ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΜΑΣ:

Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς,
πρὸς Σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν·
Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,
τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί,
πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν,
εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,
τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, Πανάμωμε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σωτῆρα τεκοῦσάν Σε καὶ Θεόν,
δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν·
Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω,
καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,
ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ Σοῦ,
ἀξίωσον, μόνη Θεομῆτορ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι,
Σέ, Θεογεννῆτορ, Παρθένε, Σύ με κυβέρνησον,
πρὸς τὸν λιμένα Σου, τῶν ἀγαθῶν ἡ αἰτία,
τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον,
καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου·
Σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης,
τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον,
τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον·
πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ,
τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν,
ἐξεταζομένῳ, Παρθένε, Σύ μοι βοήθησον·
τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ Σε γινώσκω,
θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους Σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς Σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον,
ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,
ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα, πρόφθασον
καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον,
ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον,
καὶ τὸν κλύδωνα κατεύνασον,
τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς Σῆς παράσχου μοι,
ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων Σε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀπολαύοντες, Πάναγνε, τῶν Σῶν δωρημάτων εὐχαριστήριον,
ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,
κεκτημένοι Σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου,
τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν,
τῆςεὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή,
ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν,
καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε,
τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητος,
ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν,
ἐπισκοπῆς Σου ἀξιώσασα,
καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ Σου παράσχου μοι

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν,
ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ,
τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν,
κατασχεθεῖσαν, Παρθένε, δυσώπησον,
τὸν Κύριόν Σου καὶ Υἱόν,
τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν Σε τῆς ζωῆς ἐπίσταμαι,
καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε,
τῶν πειρασμῶν διαλύουσαν ὄχλον,
καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν,
.....

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν,
καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν,
τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας,
τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν,
ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή,
πρὸς Σὲ καταφεύγω τὴν Κεχαριτωμένην,
.....

Στο βίντεο ψάλλουν τμηματικά ο π. Νικόδημος Καβαρνός και ο Πέτρος Γαϊτάνος.

ΤΟ ΒΙΝΤΕΟ ΔΕΝ ΕΧΕΙ ΚΑΝΕΝΑ ΚΕΡΔΟΣΚΟΠΙΚΟ ΣΚΟΠΟ

Όλα τα βίντεο παραγωγής του καναλιού μας είναι ελεύθερα για αναμετάδοση.
Καλό Πνευματικό Αγώνα αδελφοί Χριστιανοί, υπομονή κι έχει ο Θεός....

posted by holheuiffsn